Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 13.370 Joseph. AJ 13.375 (English) >>Joseph. AJ 13.380

13.373ἐπὶ τούτοις ὀργισθεὶς κτείνει μὲν αὐτῶν περὶ ἑξακισχιλίους, δρύφακτον δὲ ξύλινον περὶ τὸν βωμὸν καὶ τὸν ναὸν βαλόμενος μέχρι τοῦ θριγκοῦ, εἰς ὃν μόνοις ἐξῆν τοῖς ἱερεῦσιν εἰσιέναι, τούτῳ τὴν τοῦ πλήθους ἐπʼ αὐτὸν ἀπέφραττεν εἴσοδον. 13.374ἔτρεφεν δὲ καὶ ξένους Πισίδας καὶ Κίλικας· Σύροις γὰρ πολέμιος ὢν οὐκ ἐχρῆτο. καταστρεψάμενος δὲ τῶν Ἀράβων Μωαβίτας καὶ Γαλααδίτας εἰς φόρου ἀπαγωγήν, κατερείπει καὶ Ἀμαθοῦντα Θεοδώρου μὴ τολμῶντος αὐτῷ συμβαλεῖν. 13.375συνάψας δὲ μάχην πρὸς Ὀβέδαν τὸν Ἀράβων βασιλέα καὶ πεσὼν εἰς ἐνέδραν ἐν χωρίοις τραχέσι καὶ δυσβάτοις ὑπὸ πλήθους καμήλων εἰς βαθεῖαν κατερράχθη φάραγγα κατὰ Γάδαρα κώμην τῆς Ἰουδάνιδος καὶ μόλις αὐτὸς διασώζεται, φεύγων δʼ ἐκεῖθεν εἰς Ἱεροσόλυμα παραγίνεται. 13.376καὶ πρὸς τὴν κακοπραγίαν αὐτοῦ ἐπιθεμένου τοῦ ἔθνους πολεμήσας πρὸς αὐτὸ ἔτεσιν ἓξ ἀναιρεῖ τῶν Ἰουδαίων οὐκ ἔλαττον πέντε μυριάδας. παρακαλοῦντος δὲ παῦσαι τὴν πρὸς αὐτὸν δυσμένειαν ἔτι μᾶλλον ἐμίσουν αὐτὸν διὰ τὰ συμβεβηκότα. πυνθανομένου δʼ αὐτοῦ τί βούλονται, πάντες γενέσθαι ἐβόησαν ἀποθανεῖν αὐτόν, καὶ πρὸς Δημήτριον τὸν Ἄκαιρον ἔπεμψαν παρακαλοῦντες ἐπὶ συμμαχίαν. 13.377

δὲ μετὰ στρατιᾶς ἐλθὼν καὶ παραλαβὼν τοὺς ἐπικαλεσαμένους περὶ Σίκιμα πόλιν ἐστρατοπέδευσεν. Ἀλέξανδρος δὲ μετὰ μισθοφόρων ἑξακισχιλίων καὶ διακοσίων Ἰουδαίων τε περὶ δισμυρίους οἳ ἐφρόνουν τὰ ἐκείνου παραλαβὼν ἀντεπῄει τῷ Δημητρίῳ· τούτῳ δʼ ἦσαν ἱππεῖς μὲν τρισχίλιοι, πεζῶν δὲ τέσσαρες μυριάδες.



Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 13.370 Joseph. AJ 13.375 (English) >>Joseph. AJ 13.380

Powered by PhiloLogic